παπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα. Ἰφιγένεια μένʼ, ὦ πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν. Ἀγαμέμνων θέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι. Ἰφιγένεια ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά. Ἀγαμέμνων ἄλλους ὀλεῖ πρόσθʼ ἃ ἐμὲ διολέσαντʼ ἔχει. Ἰφιγένεια ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς. Ἀγαμέμνων καὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν. Ἰφιγένεια ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ; Ἀγαμέμνων οὗ μήποτʼ οἰκεῖν ὤφελʼ ὁ Πριάμου Πάρις. Ἰφιγένεια μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ. Ἀγαμέμνων εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί. Ἰφιγένεια φεῦ· εἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ. Ἀγαμέμνων ἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός. Ἰφιγένεια σὺν μητρὶ πλεύσασʼ ἢ μόνη πορεύσομαι; Ἀγαμέμνων μόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος. Ἰφιγένεια οὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ; Ἀγαμέμνων ἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας. Ἰφιγένεια σπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ. Ἀγαμέμνων θῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε. Ἰφιγένεια ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν. Ἀγαμέμνων εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας. Ἰφιγένεια στήσομεν ἄρʼ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς; Ἀγαμέμνων ζηλῶ σὲ μᾶλλον ἢ ʼμὲ τοῦ μηδὲν φρονεῖν. χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραις πικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι, μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον. ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι, ὡς ἄχθος ὑμῖν ἐγένεθʼ ἡ Φρυγῶν πόλις Ἑλένη τε. — παύω τοὺς λόγους· ταχεῖα γὰρ