λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος. ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον· πρὸς μητέρʼ, Ἰφιγένεια, μακαρίαν δέ με ξέναισι ταῖσδε πλησία σταθεῖσα δός, καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον. Ἰφιγένεια ὦ μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή· πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ. Κλυταιμήστρα ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ, ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν. Ἰφιγένεια ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρνʼ, ὦ πάτερ, ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου· ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή. Κλυταιμήστρα ἀλλʼ, ὦ τέκνον, χρή· φιλοπάτωρ δʼ ἀεί ποτʼ εἶ μάλιστα παίδων τῷδʼ ὅσους ἐγὼ ʼτεκον. Ἰφιγένεια ὦ πάτερ, ἐσεῖδόν σʼ ἀσμένη πολλῷ χρόνῳ. Ἀγαμέμνων καὶ γὰρ πατὴρ σέ· τόδʼ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις. Ἰφιγένεια χαῖρʼ· εὖ δέ μʼ ἀγαγὼν πρὸς σʼ ἐποίησας, πάτερ. Ἀγαμέμνων οὐκ οἶδʼ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον. Ἰφιγένεια ἔα· ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μʼ ἰδών. Ἀγαμέμνων πόλλʼ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει. Ἰφιγένεια παρʼ ἐμοὶ γενοῦ νῦν, μὴ ʼπὶ φροντίδας τρέπου. Ἀγαμέμνων ἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι. Ἰφιγένεια μέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον. Ἀγαμέμνων ἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον. Ἰφιγένεια κἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν; Ἀγαμέμνων μακρὰ γὰρ ἡμῖν ἡ ʼπιοῦσʼ ἀπουσία. Ἰφιγένεια οὐκ οἶδʼ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ. Ἀγαμέμνων συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις. Ἰφιγένεια ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ.