τοιαῦτα τἀμὰ πήματʼ· ὦ τάλας ἐγώ, ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε. ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε μάθῃ, πρὶν Ἅιδῃ παῖδʼ ἐμὴν προσθῶ λαβών, ὡς ἐπʼ ἐλαχίστοις δακρύοις πράσσω κακῶς. ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε. Χορός —μάκαρες οἳ μετρίας θεοῦ μετά τε σωφροσύνας μετέ- σχον λέκτρων Ἀφροδίτας, γαλανείᾳ χρησάμενοι μανιάδων οἴστρων, ὅθι δὴ δίδυμʼ Ἔρως ὁ χρυσοκόμας τόξʼ ἐντείνεται χαρίτων, τὸ μὲν ἐπʼ εὐαίωνι πότμῳ, τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς. ἀπενέπω νιν ἁμετέρων, Κύπρι καλλίστα, θαλάμων. εἴη δέ μοι μετρία μὲν χάρις, πόθοι δʼ ὅσιοι, καὶ μετέχοιμι τᾶς Ἀφροδί- τας, πολλὰν δʼ ἀποθείμαν. Χορός —διάφοροι δὲ φύσεις βροτῶν, διάφοροι δὲ τρόποι· τὸ δʼ ὀρ- θῶς ἐσθλὸν σαφὲς αἰεί· τροφαί θʼ αἱ παιδευόμεναι μέγα φέρουσʼ ἐς τὰν ἀρετάν· τό τε γὰρ αἰδεῖσθαι σοφία, τάν τʼ ἐξαλλάσσουσαν ἔχει χάριν ὑπὸ γνώμας ἐσορᾶν