αἰνῶ σε, Μενέλαʼ, ὅτι παρὰ γνώμην ἐμὴν ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τʼ ἀξίως. ταραχὴ δʼ ἀδελφῶν διά τʼ ἔρωτα γίγνεται πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν. ἀλλʼ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας, θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον. Μενέλαος πῶς; τίς δʼ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν; Ἀγαμέμνων ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος. Μενέλαος οὔκ, ἤν νιν εἰς Ἄργος γʼ ἀποστείλῃς πάλιν. Ἀγαμέμνων λάθοιμι τοῦτʼ ἄν. ἀλλʼ ἐκεῖνʼ οὐ λήσομεν. Μενέλαος τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον. Ἀγαμέμνων Κάλχας ἐρεῖ μαντεύματʼ Ἀργείων στρατῷ. Μενέλαος οὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δʼ εὐμαρές. Ἀγαμέμνων τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν. Μενέλαος κοὐδέν γʼ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν. Ἀγαμέμνων ἐκεῖνο δʼ οὐ δέδοικας ὃ ἔμʼ ἐσέρχεται; Μενέλαος ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμʼ ἂν λόγον; Ἀγαμέμνων τὸ Σισύφειον σπέρμα πάντʼ οἶδεν τάδε. Μενέλαος οὐκ ἔστʼ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ. Ἀγαμέμνων ποικίλος ἀεὶ πέφυκε τοῦ τʼ ὄχλου μέτα. Μενέλαος φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ. Ἀγαμέμνων οὐκ οὖν δοκεῖς νιν στάντʼ ἐν Ἀργείοις μέσοις λέξειν ἃ Κάλχας θέσφατʼ ἐξηγήσατο, κἄμʼ ὡς ὑπέστην θῦμα, κᾆτʼ ἐψευδόμην, Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν, σὲ κἄμʼ ἀποκτείναντας Ἀργείους κόρην σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω, ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις συναρπάσουσι καὶ κατασκάψουσι γῆν.