καὶ μὴ ʼπίτηδες μηδέν, ἀλλʼ ὅσον φρονῶ. ἐγώ σʼ ἀπʼ ὄσσων ἐκβαλόντʼ ἰδὼν δάκρυ ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων, οὐκ ἐς σὲ δεινός· εἰμὶ δʼ οὗπερ εἶ σὺ νῦν· καί σοι παραινῶ μήτʼ ἀποκτείνειν τέκνον μήτʼ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον σὲ μὲν στενάζειν, τἀμὰ δʼ ἡδέως ἔχειν, θνῄσκειν τε τοὺς σούς, τοὺς δʼ ἐμοὺς ὁρᾶν φάος. τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους ἄλλους λάβοιμʼ ἄν, εἰ γάμων ἱμείρομαι; ἀλλʼ ἀπολέσας ἀδελφόν, ὅν μʼ ἥκιστα χρῆν, Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ; ἄφρων νέος τʼ ἦ, πρὶν τὰ πράγματʼ ἐγγύθεν σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα. ἄλλως τέ μʼ ἔλεος τῆς ταλαιπώρου κόρης ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ, ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων μέλλει. τί δʼ Ἑλένης παρθένῳ τῇ σῇ μέτα; ἴτω στρατεία διαλυθεῖσʼ ἐξ Αὐλίδος, σὺ δʼ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν, ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα. εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί, μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος. ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων; εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί. Χορός γενναῖʼ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.