ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις. μήτηρ δʼ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας, καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών, χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν. ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ κρήνην ἀναψύχουσι θηλύπουν βάσιν, αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόην καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο. ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν ἥκω· πέπυσται γὰρ στρατός — ταχεῖα γὰρ διῇξε φήμη — παῖδα σὴν ἀφιγμένην. πᾶς δʼ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ, σὴν παῖδʼ ὅπως ἴδωσιν· οἱ δʼ εὐδαίμονες ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς. λέγουσι δʼ· Ὑμέναιός τις ἢ τί πράσσεται; ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ ἐκόμισε παῖδα; τῶν δʼ ἂν ἤκουσας τάδε· Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα, Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε; ἀλλʼ εἶα, τἀπὶ τοισίδʼ ἐξάρχου κανᾶ, στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ, ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος· φῶς γὰρ τόδʼ ἥκει μακάριον τῇ παρθένῳ. Ἀγαμέμνων ἐπῄνεσʼ, ἀλλὰ στεῖχε δωμάτων ἔσω· τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς. οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν; ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν. ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.