προσδοκῶν σὴν παῖδʼ ἀπʼ Ἄργους, εἰ στράτευμʼ ἀφίξεται. Ἀγαμέμνων τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε; Μενέλαος ὅτι τὸ βούλεσθαί μʼ ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν. Ἀγαμέμνων οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι; Μενέλαος πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δʼ αὐτίκα. Ἀγαμέμνων εὖ κεκόμψευσαι πονηρά· γλῶσσʼ ἐπίφθονον σοφή. Μενέλαος νοῦς δέ γʼ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις. βούλομαι δέ σʼ ἐξελέγξαι, καὶ σὺ μήτʼ ὀργῆς ὕπο ἀποτρέπου τἀληθὲς οὔτʼ αὖ κατατενῶ λίαν ἐγώ. οἶσθʼ, ὅτʼ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον, τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων, ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι — κεἰ μή τις θέλοι — τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου; κᾆτʼ, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους τοῖς φίλοισιν οὐκέτʼ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος, δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δʼ οὐ χρεὼν τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι, ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις, ἡνίκʼ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν. ταῦτα μέν σε πρῶτʼ ἐπῆλθον, ἵνα σε πρῶθʼ ηὗρον κακόν. ὡς δʼ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός, οὐδὲν ἦσθʼ, ἀλλʼ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν, οὐρίας πομπῆς σπανίζων· Δαναΐδαι δʼ ἀφιέναι ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι. ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τʼ, εἰ μὴ νεῶν χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός. κἀμὲ παρεκάλεις· Τί δράσω; τίνα δὲ πόρον εὕρω πόθεν; — ὥστε μὴ στερέντα σʼ ἀρχῆς ἀπολέσαι καλὸν κλέος.