νάιον πόρευμα, τὰ δὲ κατʼ οἴκους κλύουσα συγκλήτου μνήμην σῴζομαι στρατεύματος. Πρεσβύτης Μενέλαε, τολμᾷς δείνʼ, ἅ σʼ οὐ τολμᾶν χρεών. Μενέλαος ἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ. Πρεσβύτης καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας. Μενέλαος κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ. Πρεσβύτης οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ʼφερον. Μενέλαος οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά. Πρεσβύτης ἄλλοις ἁμιλλῶ ταῦτʼ· ἄφες δὲ τήνδʼ ἐμοί. Μενέλαος οὐκ ἂν μεθείμην. Πρεσβύτης οὐδʼ ἔγωγʼ ἀφήσομαι. Μενέλαος σκήπτρῳ τάχʼ ἆρα σὸν καθαιμάξω κάρα. Πρεσβύτης ἀλλʼ εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ. Μενέλαος μέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους. Πρεσβύτης ὦ δέσποτʼ, ἀδικούμεσθα. σὰς δʼ ἐπιστολὰς ἐξαρπάσας ὅδʼ ἐκ χερῶν ἐμῶν βίᾳ, Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει. Ἀγαμέμνων ἔα· τίς ποτʼ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία; Μενέλαος οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν. Ἀγαμέμνων σὺ δὲ τί τῷδʼ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τʼ ἄγεις; Μενέλαος βλέψον εἰς ἡμᾶς, ἵνʼ ἀρχὰς τῶν λόγων ταύτας λάβω. Ἀγαμέμνων μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς; Μενέλαος τήνδʼ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν; Ἀγαμέμνων εἰσορῶ· καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν. Μενέλαος οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα. Ἀγαμέμνων ἦ γὰρ οἶσθʼ ἃ μή σε καιρὸς εἰδέναι σήμαντρʼ ἀνείς; Μενέλαος ὥστε σʼ ἀλγῦναί γʼ, ἀνοίξας ἃ σὺ κάκʼ εἰργάσω λάθρᾳ. Ἀγαμέμνων ποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός.