χρυσέαις δʼ εἰκόσιν κατʼ ἄκρα Νη- ρῇδες ἕστασαν θεαί, πρύμναις σῆμʼ Ἀχιλλείου στρατοῦ. Χορός —Ἀργείων δὲ ταῖσδʼ ἰσήρετμοι νᾶες ἕστασαν πέλας· ὧν ὁ Μηκιστέως στρατηλάτας παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ, Καπανέως τε παῖς Σθένελος· Ἀτθίδας δʼ ἄγων ἑξήκοντα ναῦς ὁ Θησέως παῖς ἑξῆς ἐναυλόχει, θεὰν Παλλάδʼ ἐν μωνύχοις ἔχων πτερω- τοῖσιν ἅρμασιν θετόν, εὔσημόν γε φάσμα ναυβάταις. Χορός Βοιωτῶν δʼ ὅπλισμα πόντιον πεντήκοντα νῆας εἰδόμαν σημείοισιν ἐστολισμένας· τοῖς δὲ Κάδμος ἦν χρύσεον δράκοντʼ ἔχων ἀμφὶ ναῶν κόρυμβα· Λήιτος δʼ ὁ γηγενὴς ἆρχε ναΐου στρατοῦ· Φωκίδος δʼ ἀπὸ χθονὸς Λοκρᾶς τε τοῖσδʼ ἴσας ἄγων ναῦς ἦλθʼ Οἰλέως τόκος κλυτὰν Θρονιάδʼ ἐκλιπὼν πόλιν. Χορός —Μυκήνας δὲ τᾶς Κυκλωπίας παῖς Ἀτρέως ἔπεμπε ναυβάτας ναῶν ἑκατὸν ἠθροϊσμένους· σὺν δʼ Ἄδραστος ἦν