—τὸν ἰσάνεμόν τε ποδοῖν λαιψηροδρόμον Ἀχιλῆα, τὸν ἁ Θέτις τέκε καὶ Χείρων ἐξεπόνησεν, εἶδον αἰγιαλοῖς παρά τε κροκάλαις δρόμον ἔχοντα σὺν ὅπλοις· ἅμιλλαν δʼ ἐπόνει ποδοῖν πρὸς ἅρμα τέτρωρον ἑλίσσων περὶ νίκας. ὁ δὲ διφρηλάτας ἐβοᾶτʼ, Εὔμηλος Φερητιάδας, ᾧ καλλίστους ἰδόμαν χρυσοδαιδάλτους στομίοις πώλους κέντρῳ θεινομένους, τοὺς μὲν μέσους ζυγίους λευκοστίκτῳ τριχὶ βαλιούς, τοὺς δʼ ἔξω σειροφόρους ἀντήρεις καμπαῖσι δρόμων, πυρσότριχας, μονόχαλα δʼ ὑπὸ σφυρὰ ποικιλοδέρμονας· οἷς παρεπάλλετο Πηλεΐδας σὺν ὅπλοισι παρʼ ἄντυγα καὶ σύ- ριγγας ἁρματείους. Χορός —ναῶν δʼ εἰς ἀριθμὸν ἤλυθον καὶ θέαν ἀθέσφατον, τὰν γυναικεῖον ὄψιν ὀμμάτων ὡς πλήσαιμι, μέλινον ἁδονάν. καὶ κέρας μὲν ἦν δεξιὸν πλάτας ἔχων Φθιώτας ὁ Μυρμιδὼν Ἄρης πεντήκοντα ναυσὶ θουρίαις.