καὶ μὴν τὸ καλόν γʼ ἐνταῦθα βίου. Ἀγαμέμνων τοῦτο δέ γʼ ἐστὶν τὸ καλὸν σφαλερόν, καὶ τὸ πρότιμον γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον. τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντʼ ἀνέτρεψε βίον, τοτὲ δʼ ἀνθρώπων γνῶμαι πολλαὶ καὶ δυσάρεστοι διέκναισαν. Πρεσβύτης οὐκ ἄγαμαι ταῦτʼ ἀνδρὸς ἀριστέως. οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς. δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι· θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς, τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται. σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας δέλτον τε γράφεις τήνδʼ ἣν πρὸ χερῶν ἔτι βαστάζεις, καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς καὶ σφραγίζεις λύεις τʼ ὀπίσω ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν κατὰ δάκρυ χέων, καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς μὴ οὐ μαίνεσθαι. τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ; φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς. πρὸς δʼ ἄνδρʼ ἀγαθὸν πιστόν τε φράσεις· σῇ γάρ μʼ ἀλόχῳ τότε Τυνδάρεως πέμπει φερνὴν συννυμφοκόμον τε δίκαιον. This edition starts with the traditional line 49. Traditional line 1 appears following line 114. Regular numbering resumes at line 115. Ἀγαμέμνων πέμπω σοι πρὸς ταῖς πρόσθεν