ἁμέτεροι πόσεις ἐνέπουσʼ Ἀγαμέμνονά τʼ εὐπατρίδαν στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπʼ Εὐρώτα δονακοτρόφου Πάρις ὁ βουκόλος ἃν ἔλαβε δῶρον τᾶς Ἀφροδίτας, ὅτʼ ἐπὶ κρηναίαισι δρόσοις Ἥρᾳ Παλλάδι τʼ ἔριν ἔριν μορφᾶς ἁ Κύπρις ἔσχεν. Χορός —πολύθυτον δὲ διʼ ἄλσος Ἀρ- τέμιδος ἤλυθον ὀρομένα, φοινίσσουσα παρῇδʼ ἐμὰν αἰσχύνᾳ νεοθαλεῖ, ἀσπίδος ἔρυμα καὶ κλισίας ὁπλοφόρους Δαναῶν θέλουσʼ ἵππων τʼ ὄχλον ἰδέσθαι. κατεῖδον δὲ δύʼ Αἴαντε συνέδρω, τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν Σαλαμῖνος στέφανον· Πρω- τεσίλαόν τʼ ἐπὶ θάκοις πεσσῶν ἡδομένους μορ- φαῖσι πολυπλόκοις Παλαμήδεά θʼ, ὃν τέκε παῖς ὁ Ποσει- δᾶνος, Διομήδεά θʼ ἡδο- ναῖς δίσκου κεχαρημένον, παρὰ δὲ Μηριόνην, Ἄρεος ὄζον, θαῦμα βροτοῖσιν, τὸν ἀπὸ νησαίων τʼ ὀρέων Λαέρτα τόκον, ἅμα δὲ Νι- ρέα, κάλλιστον Ἀχαιῶν.