σώζουσί θʼ οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδε θανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν. Χορός ὡς ἥδομαί τοι ταῦτʼ ἀκούσασʼ ἀγγέλου· ζῶν δʼ ἐν θεοῖσι σὸν μένειν φράζει τέκος. Κλυταιμήστρα ὦ παῖ, θεῶν τοῦ κλέμμα γέγονας; πῶς σε προσείπω; πῶς δʼ οὐ φῶ παραμυθεῖσθαι τούσδε μάτην μύθους, ὥς σου πένθους λυγροῦ παυσαίμαν; Χορός καὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει, τούσδʼ αὐτοὺς ἔχων σοι φράζειν μύθους. Ἀγαμέμνων γύναι, θυγατρὸς ἕνεκʼ ὄλβιοι γενοίμεθʼ ἄν· ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν. χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆ στείχειν πρὸς οἴκους· ὡς στρατὸς πρὸς πλοῦν ὁρᾷ. καὶ χαῖρε· χρόνια γε τἀμά σοι προσφθέγματα Τροίηθεν ἔσται. καὶ γένοιτό σοι καλῶς. Χορός χαίρων, Ἀτρείδη, γῆν ἱκοῦ Φρυγίαν, χαίρων δʼ ἐπάνηκε, κάλλιστά μοι σκῦλʼ ἀπὸ Τροίας ἑλών.