προύθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον; ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται, ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ. ἡδέως τε τοῦτʼ ἐδέξατο, καὶ πλοῦν οὔριον δίδωσιν ἡμῖν Ἰλίου τʼ ἐπιδρομάς. πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης, χώρει τε πρὸς ναῦν· ὡς ἡμέρᾳ τῇδε δεῖ λιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺς Αἴγαιον οἶδμα διαπερᾶν. ἐπεὶ δʼ ἅπαν κατηνθρακώθη θῦμʼ ἐν Ἡφαίστου φλογί, τὰ πρόσφορʼ ηὔξαθʼ, ὡς τύχοι νόστου στρατός. πέμπει δʼ Ἀγαμέμνων μʼ ὥστε σοι φράσαι τάδε, λέγειν θʼ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ καὶ δόξαν ἔσχεν ἄφθιτον καθʼ Ἑλλάδα. ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμʼ ὁρῶν λέγω· ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο. λύπης δʼ ἀφαίρει καὶ πόσει πάρες χόλον· ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν,