ἄχραντον αἷμα καλλιπαρθένου δέρης, καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα Τροίας τε πέργαμʼ ἐξελεῖν ἡμᾶς δορί. ἐς γῆν δʼ Ἀτρεῖδαι πᾶς στρατός τʼ ἔστη βλέπων. ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο, λαιμόν τʼ ἐπεσκοπεῖθʼ, ἵνα πλήξειεν ἄν· ἐμοὶ δέ τʼ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί, κἄστην νενευκώς· θαῦμα δʼ ἦν αἴφνης ὁρᾶν. πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετʼ ἂν σαφῶς, τὴν παρθένον δʼ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ. βοᾷ δʼ ἱερεύς, ἅπας δʼ ἐπήχησε στρατός, ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος φάσμʼ, οὗ γε μηδʼ ὁρωμένου πίστις παρῆν· ἔλαφος γὰρ ἀσπαίρουσʼ ἔκειτʼ ἐπὶ χθονὶ ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν, ἧς αἵματι βωμὸς ἐραίνετʼ ἄρδην τῆς θεοῦ. κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη· Ὦ τοῦδʼ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ, ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸς