θῦσαι δίδωμʼ ἑκοῦσα πρὸς βωμὸν θεᾶς ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε. καὶ τοὐπʼ ἔμʼ εὐτυχεῖτε· καὶ νικηφόρου δώρου τύχοιτε πατρίδα τʼ ἐξίκοισθε γῆν. πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ· σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως. τοσαῦτʼ ἔλεξε· πᾶς δʼ ἐθάμβησεν κλύων εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου. στὰς δʼ ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδʼ ἦν μέλον, εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ· Κάλχας δʼ ὁ μάντις ἐς κανοῦν χρυσήλατον ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας κολεῶν ἔσωθεν, κρᾶτά τʼ ἔστεψεν κόρης. ὁ παῖς δʼ ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς λαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θʼ ὁμοῦ, ἔλεξε δʼ· Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε, τὸ λαμπρὸν εἱλίσσουσʼ ἐν εὐφρόνῃ φάος, δέξαι τὸ θῦμα τόδʼ ὅ γέ σοι δωρούμεθα στρατός τʼ Ἀχαιῶν Ἀγαμέμνων ἄναξ θʼ ὁμοῦ,