πρὸς τῇ παρούσῃ; Ἄγγελος σῆς μὲν οὖν παιδὸς πέρι θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω. Κλυταιμήστρα μὴ μέλλε τοίνυν, ἀλλὰ φράζʼ ὅσον τάχος. Ἄγγελος ἀλλʼ, ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς. λέξω δʼ ἀπʼ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν. ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης Ἀρτέμιδος ἄλσος λείμακάς τʼ ἀνθεσφόρους, ἵνʼ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος, σὴν παῖδʼ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος ἠθροίζεθʼ. ὡς δʼ ἐσεῖδεν Ἀγαμέμνων ἄναξ ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην, ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς. ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίον ἔλεξε τοιάδʼ· Ὦ πάτερ, πάρειμί σοι· τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ