θεῶν ἄνασσαν, ὡς ἐπʼ εὐτυχεῖ πότμῳ. ὦ πότνια, πότνια, θύμασιν βροτησίοις χαρεῖσα, πέμψον ἐς Φρυγῶν γαῖαν Ἑλλάνων στρατὸν καὶ δολόεντα Τροίας ἕδη, Ἀγαμέμνονά τε λόγχαις Ἑλλάδι κλεινότατον στέφανον δὸς ἀμφὶ κάρα ἑὸν κλέος ἀείμνηστον ἀμφιθεῖναι. Ἄγγελος ὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων. Κλυταιμήστρα φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην, ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ· μή μοί τινʼ ἄλλην ξυμφορὰν ἥκεις φέρων πρὸς τῇ παρούσῃ; Ἄγγελος σῆς μὲν οὖν παιδὸς πέρι θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω. Κλυταιμήστρα μὴ μέλλε τοίνυν, ἀλλὰ φράζʼ ὅσον τάχος. Ἄγγελος ἀλλʼ, ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς. λέξω δʼ ἀπʼ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν. ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης Ἀρτέμιδος ἄλσος λείμακάς τʼ ἀνθεσφόρους, ἵνʼ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος, σὴν παῖδʼ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος ἠθροίζεθʼ. ὡς δʼ ἐσεῖδεν Ἀγαμέμνων ἄναξ ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην, ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς. ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίον