πατρῷαι μένουσι χέρνιβές τέ σε στρατός τʼ Ἀχαιῶν θέλων Ἰλίου πόλιν μολεῖν. ἀλλὰ τὰν Διὸς κόραν κλῄσωμεν Ἄρτεμιν, θεῶν ἄνασσαν, ὡς ἐπʼ εὐτυχεῖ πότμῳ. ὦ πότνια, πότνια, θύμασιν βροτησίοις χαρεῖσα, πέμψον ἐς Φρυγῶν γαῖαν Ἑλλάνων στρατὸν καὶ δολόεντα Τροίας ἕδη, Ἀγαμέμνονά τε λόγχαις Ἑλλάδι κλεινότατον στέφανον δὸς ἀμφὶ κάρα ἑὸν κλέος ἀείμνηστον ἀμφιθεῖναι. Ἄγγελος ὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων. Κλυταιμήστρα φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην, ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ· μή μοί τινʼ ἄλλην ξυμφορὰν ἥκεις φέρων