καλεῖς πόλισμα Περσέως, Κυκλωπίων πόνον χερῶν; Ἰφιγένεια ἐθρέψαθʼ Ἑλλάδι με φάος· θανοῦσα δʼ οὐκ ἀναίνομαι. Χορός κλέος γὰρ οὔ σε μὴ λίπῃ. Ἰφιγένεια ἰὼ ἰώ. λαμπαδοῦχος ἁμέρα Διός τε φέγγος, ἕτερον ἕτερον αἰῶνα καὶ μοῖραν οἰκήσομεν. χαῖρέ μοι, φίλον φάος. Χορός ἰὼ ἰώ. ἴδεσθε τὰν Ἰλίου καὶ Φρυγῶν ἑλέπτολιν στείχουσαν, ἐπὶ κάρα στέφη βαλουμέναν χερνίβων τε παγάς, βωμόν γε δαίμονος θεᾶς ῥανίσιν αἱματορρύτοις χρανοῦσαν εὐφυῆ τε σώματος δέρην σφαγεῖσαν. εὔδροσοι παγαὶ