— πλόκαμος ὅδε καταστέφειν — χερνίβων τε παγάς. ἑλίσσετʼ ἀμφὶ ναὸν ἀμφὶ βωμὸν Ἄρτεμιν, τὰν ἄνασσαν Ἄρτεμιν, τὰν μάκαιραν· ὡς ἐμοῖσιν, εἰ χρεών, αἵμασι θύμασί τε θέσφατʼ ἐξαλείψω. ὦ πότνια πότνια μᾶτερ, οὐ δάκρυά γέ σοι δώσομεν ἁμέτερα· παρʼ ἱεροῖς γὰρ οὐ πρέπει. ἰὼ ἰὼ νεάνιδες, συνεπαείδετʼ Ἄρτεμιν Χαλκίδος ἀντίπορον, ἵνα τε δόρατα μέμονε δάϊʼ ὄνομα διʼ ἐμὸν τᾶσδʼ Αὐλίδος στενοπόροις ἐν ὅρμοις. ἰὼ γᾶ μᾶτερ ὦ Πελασγία, Μυκηναῖαί τʼ ἐμαὶ θεράπναι—