μένʼ· ὡς ἐμοί τε σοί τε κάλλιον τόδε. πατρὸς δʼ ὀπαδῶν τῶνδέ τίς με πεμπέτω Ἀρτέμιδος ἐς λειμῶνʼ, ὅπου σφαγήσομαι. Κλυταιμήστρα ὦ τέκνον, οἴχῃ; Ἰφιγένεια καὶ πάλιν γʼ οὐ μὴ μόλω. Κλυταιμήστρα λιποῦσα μητέρα; Ἰφιγένεια ὡς ὁρᾷς γʼ, οὐκ ἀξίως. Κλυταιμήστρα σχές, μή με προλίπῃς. Ἰφιγένεια οὐκ ἐῶ στάζειν δάκρυ. ὑμεῖς δʼ ἐπευφημήσατʼ, ὦ νεάνιδες, παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην Ἄρτεμιν· ἴτω δὲ Δαναΐδαις εὐφημία. κανᾶ δʼ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς ἐνδεξιούσθω βωμόν· ὡς σωτηρίαν Ἕλλησι δώσουσʼ ἔρχομαι νικηφόρον. Ἰφιγένεια ἄγετέ με τὰν Ἰλίου καὶ Φρυγῶν ἑλέπτολιν. στέφεα περίβολα δίδοτε, φέρετε