παῦσαι· ʼμὲ μὴ κάκιζε· τάδε δέ μοι πιθοῦ. Κλυταιμήστρα λέγʼ· ὡς παρʼ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον. Ἰφιγένεια μήτʼ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός, μήτʼ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους. Κλυταιμήστρα τί δὴ τόδʼ εἶπας, τέκνον; ἀπολέσασά σε; Ἰφιγένεια οὐ σύ γε· σέσῳσμαι, κατʼ ἐμὲ δʼ εὐκλεὴς ἔσῃ. Κλυταιμήστρα πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών; Ἰφιγένεια ἥκιστʼ, ἐπεί μοι τύμβος οὐ χωσθήσεται. Κλυταιμήστρα τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται. Ἰφιγένεια βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης. Κλυταιμήστρα ἀλλʼ, ὦ τέκνον, σοὶ πείσομαι· λέγεις γὰρ εὖ. Ἰφιγένεια ὡς εὐτυχοῦσά γʼ Ἑλλάδος τʼ εὐεργέτις. Κλυταιμήστρα τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν; Ἰφιγένεια μηδʼ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους. Κλυταιμήστρα εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις; Ἰφιγένεια χαίρειν γε. Ὀρέστην τʼ ἔκτρεφʼ ἄνδρα τόνδε μοι. Κλυταιμήστρα προσέλκυσαί νιν ὕστατον θεωμένη. Ἰφιγένεια ὦ φίλτατʼ, ἐπεκούρησας ὅσον εἶχες φίλοις. Κλυταιμήστρα ἔσθʼ ὅ τι κατʼ Ἄργος δρῶσά σοι χάριν φέρω; Ἰφιγένεια πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν. Κλυταιμήστρα δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν. Ἰφιγένεια ἄκων μʼ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν. Κλυταιμήστρα δόλῳ δʼ, ἀγεννῶς Ἀτρέως τʼ οὐκ ἀξίως. Ἰφιγένεια τίς μʼ εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης; Κλυταιμήστρα ἐγώ, μετά γε σοῦ— Ἰφιγένεια μὴ σύ γʼ· οὐ καλῶς λέγεις. Κλυταιμήστρα πέπλων ἐχομένη σῶν. Ἰφιγένεια ἐμοί, μῆτερ, πιθοῦ· μένʼ· ὡς ἐμοί τε σοί τε κάλλιον τόδε. πατρὸς δʼ ὀπαδῶν τῶνδέ τίς με πεμπέτω