ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων. ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδʼ, Ἑλλάδος δὲ σέ. εὖ γὰρ τόδʼ εἶπας ἀξίως τε πατρίδος· τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσʼ, ὅ σου κρατεῖ, ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε. μᾶλλον δὲ λέκτρων σῶν πόθος μʼ ἐσέρχεται ἐς τὴν φύσιν βλέψαντα· γενναία γὰρ εἶ. ὅρα δʼ· ἐγὼ γὰρ βούλομαί σʼ εὐεργετεῖν λαβεῖν τʼ ἐς οἴκους· ἄχθομαί τʼ, ἴστω Θέτις, εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης ἐλθών. ἄθρησον· ὁ θάνατος δεινὸν κακόν. Ἰφιγένεια λέγω τάδʼ οὐδὲν οὐδένʼ εὐλαβουμένη. ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμʼ ἀρκεῖ μάχας ἀνδρῶν τιθεῖσα καὶ φόνους· σὺ δʼ, ὦ ξένε, μὴ θνῇσκε διʼ ἐμὲ μηδʼ ἀποκτείνῃς τινά, ἔα δὲ σῷσαί μʼ Ἑλλάδʼ, ἢν δυνώμεθα. Ἀχιλλεύς ὦ λῆμʼ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτʼ ἔτι λέγειν, ἐπεί σοι τάδε δοκεῖ· γενναῖα γὰρ φρονεῖς· τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν; ὅμως δʼ, ἴσως γὰρ κἂν μεταγνοίης τάδε, ὡς οὖν ἂν εἰδῇς τἀπʼ ἐμοῦ λελεγμένα, ἐλθὼν τάδʼ ὅπλα θήσομαι βωμοῦ πέλας, ὡς οὐκ ἐάσων σʼ ἀλλὰ κωλύσων θανεῖν. χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα, ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς. οὔκουν ἐάσω σʼ ἀφροσύνῃ τῇ σῇ θανεῖν· ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς καραδοκήσω σὴν ἐκεῖ παρουσίαν. Ἰφιγένεια μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας; Κλυταιμήστρα ἔχω τάλαινα πρόφασιν ὥστʼ ἀλγεῖν φρένα.