ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι, μυρίοι δʼ ἐρέτμʼ ἔχοντες, πατρίδος ἠδικημένης, δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν, ἡ δʼ ἐμὴ ψυχὴ μίʼ οὖσα πάντα κωλύσει τάδε; τί τὸ δίκαιον τοῦτό γε; ἆρʼ ἔχοιμʼ ἂν ἀντειπεῖν ἔπος; κἀπʼ ἐκεῖνʼ ἔλθωμεν· οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκʼ οὐδὲ κατθανεῖν. εἷς γʼ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος. εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν, ἐμποδὼν γενήσομαι ʼγὼ θνητὸς οὖσα τῇ θεῷ; ἀλλʼ ἀμήχανον· δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι. θύετʼ, ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μου διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξʼ ἐμή. βαρβάρων δʼ Ἕλληνας ἄρχειν εἰκός, ἀλλʼ οὐ βαρβάρους, μῆτερ, Ἑλλήνων· τὸ μὲν γὰρ δοῦλον, οἳ δʼ ἐλεύθεροι. Χορός τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει· τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ. Ἀχιλλεύς Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων.