μῆτερ, εἰσακούσατε τῶν ἐμῶν λόγων· μάτην γάρ σʼ εἰσορῶ θυμουμένην σῷ πόσει· τὰ δʼ ἀδύναθʼ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον. τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας· ἀλλὰ καὶ σὲ τοῦθʼ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ, καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ. οἷα δʼ εἰσῆλθέν μʼ, ἄκουσον, μῆτερ, ἐννοουμένην· κατθανεῖν μέν μοι δέδοκται· τοῦτο δʼ αὐτὸ βούλομαι εὐκλεῶς πρᾶξαι, παρεῖσά γʼ ἐκποδὼν τὸ δυσγενές. δεῦρο δὴ σκέψαι μεθʼ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω· εἰς ἔμʼ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει, κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ τάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι, μηκέθʼ ἁρπάζειν ἐᾶν τούσδʼ ὀλβίας ἐξ Ἑλλάδος, τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀν ήρπασεν Πάρις. ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος, Ἑλλάδʼ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται. καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών· πᾶσι γάρ μʼ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.