εἰσορᾷς τεύχη φέροντας τούσδε; Κλυταιμήστρα ὄναιο τῶν φρενῶν. Ἀχιλλεύς ἀλλʼ ὀνησόμεσθα. Κλυταιμήστρα παῖς ἄρʼ οὐκέτι σφαγήσεται; Ἀχιλλεύς οὔκ, ἐμοῦ γʼ ἑκόντος. Κλυταιμήστρα ἥξει δʼ ὅστις ἅψεται κόρης; Ἀχιλλεύς μυρίοι γʼ, ἄξει δʼ Ὀδυσσεύς. Κλυταιμήστρα ἆρʼ ὁ Σισύφου γόνος; Ἀχιλλεύς αὐτὸς οὗτος. Κλυταιμήστρα ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο; Ἀχιλλεύς αἱρεθεὶς ἑκών. Κλυταιμήστρα πονηράν γʼ αἵρεσιν, μιαιφονεῖν. Ἀχιλλεύς ἀλλʼ ἐγὼ σχήσω νιν. Κλυταιμήστρα ἄξει δʼ οὐχ ἑκοῦσαν ἁρπάσας; Ἀχιλλεύς δηλαδὴ ξανθῆς ἐθείρας. Κλυταιμήστρα ἐμὲ δὲ δρᾶν τί χρὴ τότε; Ἀχιλλεύς ἀντέχου θυγατρός. Κλυταιμήστρα ὡς τοῦδʼ εἵνεκʼ οὐ σφαγήσεται. Ἀχιλλεύς ἀλλὰ μὴν ἐς τοῦτό γʼ ἥξει.