ἀλλʼ ἐνικώμην κεκραγμοῦ. Κλυταιμήστρα τὸ πολὺ γὰρ δεινὸν κακόν. Ἀχιλλεύς ἀλλʼ ὅμως ἀρήξομέν σοι. Κλυταιμήστρα καὶ μαχῇ πολλοῖσιν εἷς; Ἀχιλλεύς εἰσορᾷς τεύχη φέροντας τούσδε; Κλυταιμήστρα ὄναιο τῶν φρενῶν. Ἀχιλλεύς ἀλλʼ ὀνησόμεσθα. Κλυταιμήστρα παῖς ἄρʼ οὐκέτι σφαγήσεται; Ἀχιλλεύς οὔκ, ἐμοῦ γʼ ἑκόντος. Κλυταιμήστρα ἥξει δʼ ὅστις ἅψεται κόρης; Ἀχιλλεύς μυρίοι γʼ, ἄξει δʼ Ὀδυσσεύς. Κλυταιμήστρα ἆρʼ ὁ Σισύφου γόνος; Ἀχιλλεύς αὐτὸς οὗτος. Κλυταιμήστρα ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο; Ἀχιλλεύς αἱρεθεὶς ἑκών. Κλυταιμήστρα πονηράν γʼ αἵρεσιν, μιαιφονεῖν. Ἀχιλλεύς ἀλλʼ ἐγὼ σχήσω νιν. Κλυταιμήστρα ἄξει δʼ οὐχ ἑκοῦσαν ἁρπάσας; Ἀχιλλεύς δηλαδὴ ξανθῆς ἐθείρας. Κλυταιμήστρα ἐμὲ δὲ δρᾶν τί χρὴ τότε; Ἀχιλλεύς ἀντέχου θυγατρός. Κλυταιμήστρα ὡς τοῦδʼ εἵνεκʼ οὐ σφαγήσεται. Ἀχιλλεύς ἀλλὰ μὴν ἐς τοῦτό γʼ ἥξει. Ἰφιγένεια μῆτερ, εἰσακούσατε τῶν ἐμῶν λόγων· μάτην γάρ σʼ εἰσορῶ θυμουμένην σῷ πόσει· τὰ δʼ ἀδύναθʼ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον. τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας· ἀλλὰ καὶ σὲ τοῦθʼ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ, καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ. οἷα δʼ εἰσῆλθέν μʼ, ἄκουσον, μῆτερ, ἐννοουμένην·