τίνʼ, ὦ ξένε; Ἀχιλλεύς σῶμα λευσθῆναι πέτροισι. Κλυταιμήστρα μῶν κόρην σῴζων ἐμήν; Ἀχιλλεύς αὐτὸ τοῦτο. Κλυταιμήστρα τίς δʼ ἂν ἔτλη τοῦ σώματος τοῦ σοῦ θιγεῖν; Ἀχιλλεύς πάντες Ἕλληνες. Κλυταιμήστρα στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν; Ἀχιλλεύς πρῶτος ἦν ἐκεῖνος ἐχθρός. Κλυταιμήστρα διʼ ἄρʼ ὀλώλαμεν, τέκνον. Ἀχιλλεύς οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα. Κλυταιμήστρα ἀπεκρίνω δὲ τί; Ἀχιλλεύς τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν— Κλυταιμήστρα δίκαια γάρ. Ἀχιλλεύς ἣν ἐφήμισεν πατήρ μοι. Κλυταιμήστρα καὶ Ἀργόθεν γʼ ἐπέμψατο. Ἀχιλλεύς ἀλλʼ ἐνικώμην κεκραγμοῦ. Κλυταιμήστρα τὸ πολὺ γὰρ δεινὸν κακόν. Ἀχιλλεύς ἀλλʼ ὅμως ἀρήξομέν σοι. Κλυταιμήστρα καὶ μαχῇ πολλοῖσιν εἷς;