τί δὲ τέκνον, φεύγεις; Ἰφιγένεια Ἀχιλλέα τόνδʼ ἰδεῖν αἰσχύνομαι. Κλυταιμήστρα ὡς τί δή; Ἰφιγένεια τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει. Κλυταιμήστρα οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα. ἀλλὰ μίμνʼ· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα. Ἀχιλλεύς ὦ γύναι τάλαινα, Λήδας θύγατερ— Κλυταιμήστρα οὐ ψευδῆ θροεῖς. Ἀχιλλεύς δείνʼ ἐν Ἀργείοις βοᾶται— Κλυταιμήστρα τίνα βοήν; σήμαινέ μοι. Ἀχιλλεύς ἀμφὶ σῆς παιδός— Κλυταιμήστρα πονηρὸν εἶπας οἰωνὸν λόγον. Ἀχιλλεύς ὡς χρεὼν σφάξαι νιν. Κλυταιμήστρα οὐδεὶς τοῖσδʼ ἐναντίον λέγει; Ἀχιλλεύς ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον— Κλυταιμήστρα τίνʼ, ὦ ξένε; Ἀχιλλεύς σῶμα λευσθῆναι πέτροισι. Κλυταιμήστρα μῶν κόρην σῴζων ἐμήν; Ἀχιλλεύς αὐτὸ τοῦτο. Κλυταιμήστρα τίς δʼ ἂν ἔτλη τοῦ σώματος τοῦ σοῦ θιγεῖν; Ἀχιλλεύς πάντες Ἕλληνες. Κλυταιμήστρα στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν; Ἀχιλλεύς πρῶτος ἦν ἐκεῖνος ἐχθρός. Κλυταιμήστρα διʼ ἄρʼ ὀλώλαμεν, τέκνον. Ἀχιλλεύς οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα. Κλυταιμήστρα ἀπεκρίνω δὲ τί; Ἀχιλλεύς τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν— Κλυταιμήστρα δίκαια γάρ. Ἀχιλλεύς ἣν ἐφήμισεν πατήρ μοι. Κλυταιμήστρα καὶ Ἀργόθεν γʼ ἐπέμψατο.