τυχοῦσαν, οἵας μήποτʼ ὤφελες τυχεῖν. Ἰφιγένεια ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας. Κλυταιμήστρα τόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρʼ ἐλήλυθας. Ἰφιγένεια διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας. Κλυταιμήστρα τί δὲ τέκνον, φεύγεις; Ἰφιγένεια Ἀχιλλέα τόνδʼ ἰδεῖν αἰσχύνομαι. Κλυταιμήστρα ὡς τί δή; Ἰφιγένεια τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει. Κλυταιμήστρα οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα. ἀλλὰ μίμνʼ· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα. Ἀχιλλεύς ὦ γύναι τάλαινα, Λήδας θύγατερ— Κλυταιμήστρα οὐ ψευδῆ θροεῖς. Ἀχιλλεύς δείνʼ ἐν Ἀργείοις βοᾶται— Κλυταιμήστρα τίνα βοήν; σήμαινέ μοι. Ἀχιλλεύς ἀμφὶ σῆς παιδός— Κλυταιμήστρα πονηρὸν εἶπας οἰωνὸν λόγον. Ἀχιλλεύς ὡς χρεὼν σφάξαι νιν. Κλυταιμήστρα οὐδεὶς τοῖσδʼ ἐναντίον λέγει; Ἀχιλλεύς ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον—