ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον. ὁ δὲ τεκών με τὰν τάλαιναν, ὦ μᾶτερ ὦ μᾶτερ, οἴχεται προδοὺς ἔρημον. ὦ δυστάλαινʼ ἐγώ, πικρὰν πικρὰν ἰδοῦσα δυσελέναν, φονεύομαι διόλλυμαι σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός. μή μοι ναῶν χαλκεμβολάδων πρύμνας ἅδʼ Αὐλὶς δέξασθαι τούσδʼ εἰς ὅρμους ἐς Τροίαν ὤφελεν ἐλάταν πομπαίαν, μηδʼ ἀνταίαν Εὐρίπῳ πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων αὔραν ἄλλοις ἄλλαν θνατῶν λαίφεσι χαίρειν, τοῖσι δὲ λύπαν, τοῖσι δʼ ἀνάγκαν, τοῖς δʼ ἐξορμᾶν, τοῖς δὲ στέλλειν, τοῖσι δὲ μέλλειν. ἦ πολύμοχθον ἄρʼ ἦν γένος, ἦ πολύμοχθον ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον ἀνδράσιν ἀνευρεῖν. ἰὼ ἰώ, μεγάλα πάθεα, μεγάλα δʼ ἄχεα Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα. Χορός ἐγὼ μὲν οἰκτίρω σε συμφορᾶς κακῆς τυχοῦσαν, οἵας μήποτʼ ὤφελες τυχεῖν. Ἰφιγένεια ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας. Κλυταιμήστρα τόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρʼ ἐλήλυθας. Ἰφιγένεια διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.