χλωροῖς καὶ ῥοδόεντʼ ἄνθεʼ ὑακίνθινά τε θεαῖς δρέπειν· ἔνθα ποτὲ Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις Ἥρα θʼ Ἑρμᾶς θʼ, ὁ Διὸς ἄγγελος, ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσα Κύπρις, ἃ δὲ δορὶ Παλλάς, Ἥρα τε Διὸς ἄνακτος εὐναῖσι βασιλίσιν, κρίσιν ἐπὶ στυγνὰν ἔριν τε καλλονᾶς, ἐμοὶ δὲ θάνατον — ὄνομα μὲν φέροντα Δαναΐ- δαισιν, ὦ κόραι, πρόθυμα δʼ ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον. ὁ δὲ τεκών με τὰν τάλαιναν, ὦ μᾶτερ ὦ μᾶτερ, οἴχεται προδοὺς ἔρημον. ὦ δυστάλαινʼ ἐγώ, πικρὰν πικρὰν ἰδοῦσα δυσελέναν, φονεύομαι διόλλυμαι