οἲ ʼγὼ θανάτου τοῦ σοῦ μελέα. φεύγει σε πατὴρ Ἅιδῃ παραδούς. Ἰφιγένεια οἲ ʼγώ, μᾶτερ· ταὐτὸν τόδε γὰρ μέλος εἰς ἄμφω πέπτωκε τύχης, κοὐκέτι μοι φῶς οὐδʼ ἀελίου τόδε φέγγος. ἰὼ ἰώ. νιφόβολον Φρυγῶν νάπος Ἴδας τʼ ὄρεα, Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ θανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ- δαῖος ἐλέγετʼ ἐλέγετʼ ἐν Φρυγῶν πόλει, μή ποτʼ ὤφελες τὸν ἀμφὶ βουσὶ βουκόλον τραφέντʼ Ἀλέξανδρον οἰκίσαι ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι Νυμφᾶν κεῖνται λειμών τʼ ἔρνεσι θάλλων χλωροῖς καὶ ῥοδόεντʼ ἄνθεʼ ὑακίνθινά τε θεαῖς δρέπειν· ἔνθα ποτὲ Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις Ἥρα θʼ Ἑρμᾶς θʼ, ὁ Διὸς ἄγγελος, ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσα Κύπρις, ἃ δὲ δορὶ Παλλάς, Ἥρα τε Διὸς ἄνακτος εὐναῖσι βασιλίσιν, κρίσιν ἐπὶ στυγνὰν ἔριν τε καλλονᾶς, ἐμοὶ δὲ θάνατον — ὄνομα μὲν φέροντα Δαναΐ- δαισιν, ὦ κόραι, πρόθυμα δʼ