ὦ τέκνον, ὦ ξέναι, οἲ ʼγὼ θανάτου τοῦ σοῦ μελέα. φεύγει σε πατὴρ Ἅιδῃ παραδούς. Ἰφιγένεια οἲ ʼγώ, μᾶτερ· ταὐτὸν τόδε γὰρ μέλος εἰς ἄμφω πέπτωκε τύχης, κοὐκέτι μοι φῶς οὐδʼ ἀελίου τόδε φέγγος. ἰὼ ἰώ. νιφόβολον Φρυγῶν νάπος Ἴδας τʼ ὄρεα, Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ θανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ- δαῖος ἐλέγετʼ ἐλέγετʼ ἐν Φρυγῶν πόλει, μή ποτʼ ὤφελες τὸν ἀμφὶ βουσὶ βουκόλον τραφέντʼ Ἀλέξανδρον οἰκίσαι ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι Νυμφᾶν κεῖνται λειμών τʼ ἔρνεσι θάλλων