ναί, πρὸς γενείου σʼ ἀντόμεσθα δύο φίλω· ὃ μὲν νεοσσός ἐστιν, ἣ δʼ ηὐξημένη. ἓν συντεμοῦσα πάντα νικήσω λόγον· τὸ φῶς τόδʼ ἀνθρώποισιν ἥδιστον βλέπειν, τὰ νέρθε δʼ οὐδέν· μαίνεται δʼ ὃς εὔχεται θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν. Χορός ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας. Ἀγαμέμνων ἐγὼ τά τʼ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή, φιλῶ τʼ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν. δεινῶς δʼ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι, δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ. ὁρᾶθʼ ὅσον στράτευμα ναύφρακτον τόδε, χαλκέων θʼ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι, οἷς νόστος οὐκ ἔστʼ Ἰλίου πύργους ἔπι, εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει, οὐδʼ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον. μέμηνε δʼ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα, παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν· οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου ὑμᾶς τε κἀμέ, θέσφατʼ εἰ λύσω θεᾶς. οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον, οὐδʼ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα, ἀλλʼ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω, θῦσαί σε· τούτου δʼ ἥσσονες καθέσταμεν. ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον, κἀμοὶ γενέσθαι, μηδὲ βαρβάροις ὕπο Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ. Κλυταιμήστρα ὦ τέκνον, ὦ ξέναι,