βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε, ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθεν μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις. ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις, ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται. ἰδοὺ σιωπῶν λίσσεταί σʼ ὅδʼ, ὦ πάτερ. ἀλλʼ αἴδεσαί με καὶ κατοίκτιρον βίου. ναί, πρὸς γενείου σʼ ἀντόμεσθα δύο φίλω· ὃ μὲν νεοσσός ἐστιν, ἣ δʼ ηὐξημένη. ἓν συντεμοῦσα πάντα νικήσω λόγον· τὸ φῶς τόδʼ ἀνθρώποισιν ἥδιστον βλέπειν, τὰ νέρθε δʼ οὐδέν· μαίνεται δʼ ὃς εὔχεται θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν. Χορός ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας. Ἀγαμέμνων ἐγὼ τά τʼ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή, φιλῶ τʼ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν.