τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι, μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς βλέπειν· τὰ δʼ ὑπὸ γῆς μή μʼ ἰδεῖν ἀναγκάσῃς. πρώτη σʼ ἐκάλεσα πατέρα καὶ σὺ παῖδʼ ἐμέ· πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσʼ ἐμὸν φίλας χάριτας ἔδωκα κἀντεδεξάμην. λόγος δʼ ὁ μὲν σὸς ἦν ὅδʼ· Ἆρά σʼ, ὦ τέκνον, εὐδαίμονʼ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι, ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ; οὑμὸς δʼ ὅδʼ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί· Τί δʼ ἆρʼ ἐγὼ σέ; πρέσβυν ἆρʼ ἐσδέξομαι ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ, πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς; τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω, σὺ δʼ ἐπιλέλησαι, καί μʼ ἀποκτεῖναι θέλεις. μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσʼ ἐμὲ νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει. τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων Ἑλένης τε; πόθεν ἦλθʼ ἐπʼ ὀλέθρῳ τὠμῷ, πάτερ; βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε, ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθεν μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις. ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις, ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται. ἰδοὺ σιωπῶν λίσσεταί σʼ ὅδʼ, ὦ πάτερ. ἀλλʼ αἴδεσαί με καὶ κατοίκτιρον βίου.