νόστον πονηρόν, οἴκοθέν γʼ αἰσχρῶς ἰών; ἀλλʼ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι; οὔ τἄρʼ ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθʼ ἄν, εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν; ἥκων δʼ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς; ἀλλʼ οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεται παίδων σʼ, ἵνʼ αὐτῶν προσέμενος κτάνῃς τινά; ταῦτʼ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει; ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν· Βούλεσθʼ, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα; κλῆρον τίθεσθε παῖδʼ ὅτου θανεῖν χρεών. ἐν ἴσῳ γὰρ ἦν τόδʼ, ἀλλὰ μὴ σὲ ἐξαίρετον σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν, ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν, οὗπερ τὸ πρᾶγμʼ ἦν. νῦν δʼ ἐγὼ μὲν ἡ τὸ σὸν σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι, ἡ δʼ ἐξαμαρτοῦσʼ, ὑπότροφον νεάνιδα Σπάρτῃ κομίζουσʼ, εὐτυχὴς γενήσεται. τούτων ἄμειψαί μʼ εἴ τι μὴ καλῶς λέγω· εἰ δʼ εὖ λέλεκται, νῶι μὴ δή γε κτάνῃς τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ. Χορός πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν, Ἀγάμεμνον· οὐδεὶς πρὸς τάδʼ ἀντερεῖ βροτῶν. Ἰφιγένεια εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον, πείθειν ἐπᾴδουσʼ, ὥσθʼ ὁμαρτεῖν μοι πέτρας, κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην, ἐνταῦθʼ ἂν ἦλθον· νῦν δέ, τἀπʼ ἐμοῦ σοφά, δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθʼ ἄν. ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν