δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών. μὴ δῆτα πρὸς θεῶν μήτʼ ἀναγκάσῃς ἐμὲ κακὴν γενέσθαι περὶ σέ, μήτʼ αὐτὸς γένῃ. εἶἑν· θύσεις δὲ παῖδʼ, ἔνθα τίνας εὐχὰς ἐρεῖς; τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον; νόστον πονηρόν, οἴκοθέν γʼ αἰσχρῶς ἰών; ἀλλʼ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι; οὔ τἄρʼ ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθʼ ἄν, εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν; ἥκων δʼ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς; ἀλλʼ οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεται παίδων σʼ, ἵνʼ αὐτῶν προσέμενος κτάνῃς τινά; ταῦτʼ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει; ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν· Βούλεσθʼ, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα; κλῆρον τίθεσθε παῖδʼ ὅτου θανεῖν χρεών. ἐν ἴσῳ γὰρ ἦν τόδʼ, ἀλλὰ μὴ σὲ ἐξαίρετον