ἔγνων τότʼ, αὖθις μεταγράφω καλῶς πάλιν ἐς τήνδε δέλτον, ἣν κατʼ εὐφρόνης σκιὰν λύοντα καὶ συνδοῦντά μʼ εἰσεῖδες, γέρον. ἀλλʼ εἶα χώρει τάσδʼ ἐπιστολὰς λαβὼν πρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς, λόγῳ φράσω σοι πάντα τἀγγεγραμμένα· πιστὸς γὰρ ἀλόχῳ τοῖς τʼ ἐμοῖς δόμοισιν εἶ. Ἀγαμέμνων This edition starts with the traditional line 49. Traditional line 1 appears following line 114. Regular numbering resumes at line 115. Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν στεῖχε. Πρεσβύτης στείχω. τί δὲ καινουργεῖς, Ἀγάμεμνον ἄναξ; Ἀγαμέμνων σπεύσεις; Πρεσβύτης σπεύδω. μάλα τοι γῆρας τοὐμὸν ἄυπνον καὶ ἐπʼ ὀφθαλμοῖς ὀξὺ πάρεστιν. Ἀγαμέμνων τίς ποτʼ ἄρʼ ἀστὴρ ὅδε πορθμεύει; Πρεσβύτης Σείριος ἐγγὺς τῆς ἑπταπόρου Πλειάδος ᾄσσων ἔτι μεσσήρης. Ἀγαμέμνων οὔκουν φθόγγος γʼ οὔτʼ ὀρνίθων οὔτε θαλάσσης· σιγαὶ δʼ ἀνέμων τόνδε κατʼ Εὔριπον ἔχουσιν. Πρεσβύτης τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις, Ἀγάμεμνον ἄναξ; ἔτι δʼ ἡσυχία τῇδε κατʼ Αὖλιν καὶ ἀκίνητοι φυλακαὶ τειχέων. στείχωμεν ἔσω. Ἀγαμέμνων ζηλῶ σέ, γέρον, ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον βίον ἐξεπέρασʼ ἀγνὼς ἀκλεής· τοὺς δʼ ἐν τιμαῖς ἧσσον ζηλῶ.