κεκορυθμένος ἔνδυτʼ, ἐκ θεᾶς ματρὸς δωρήματʼ ἔχων Θέτιδος, ἅ νιν ἔτικτεν. μακάριον τότε δαίμονες τᾶς εὐπάτριδος γάμον Νηρῄδων ἔθεσαν πρώτας Πηλέως θʼ ὑμεναίους. Χορός —σὲ δʼ ἐπὶ κάρα στέψουσι καλλικόμαν πλόκαμον Ἀργεῖοι, βαλιὰν ὥστε πετραίων ἀπʼ ἄντρων ἐλθοῦσαν ὀρέων μόσχον ἀκήρατον, βρότειον αἱμάσσοντες λαιμόν· οὐ σύριγγι τραφεῖσαν οὐδʼ ἐν ῥοιβδήσεσι βουκόλων, παρὰ δὲ ματέρι νυμφοκόμον Ἰναχίδαις γάμον. ποῦ τὸ τᾶς Αἰδοῦς ἢ τὸ τᾶς Ἀρετᾶς ἔχει σθένειν τι πρόσωπον, ὁπότε τὸ μὲν ἄσεπτον ἔχει δύνασιν, ἁ δʼ Ἀρετὰ κατόπι- σθεν θνατοῖς ἀμελεῖται, Ἀνομία δὲ νόμων κρατεῖ, καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς μή τις θεῶν φθόνος ἔλθῃ; Κλυταιμήστρα ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν, χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας. ἐν δακρύοισι δʼ ἡ τάλαινα παῖς ἐμή, πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,