δαιτὶ θεῶν ἔνι Πιερίδες χρυσεοσάνδαλον ἴχνος ἐν γᾷ κρούουσαι Πηλέως ἐς γάμον ἦλθον, μελῳδοῖς Θέτιν ἀχήμασι τόν τʼ Αἰακίδαν, Κενταύρων ἐν ὄρεσι κλέουσαι Πηλιάδα καθʼ ὕλαν. ὁ δὲ Δαρδανίδας, Διὸς λέκτρων τρύφημα φίλον, χρυσέοισιν ἄφυσσε λοιβὰν ἐν κρατήρων γυάλοις, ὁ Φρύγιος Γανυμήδης. παρὰ δὲ λευκοφαῆ ψάμαθον εἱλισσόμεναι κύκλια πεντήκοντα κόραι γάμους Νηρέως ἐχόρευσαν. Χορός ἀνὰ δʼ ἐλάταισι στεφανώδει τε χλόᾳ θίασος ἔμολεν ἱπποβάτας Κενταύρων ἐπὶ δαῖτα τὰν θεῶν κρατῆρά τε Βάκχου. μέγα δʼ ἀνέκλαγον· Ὦ Νηρηὶ κόρα, παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς μάντις ὁ φοιβάδα μοῦσαν εἰδὼς γεννάσειν Χείρων ἐξονόμαζεν, ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων ἀσπισταῖς Πριάμοιο κλεινὰν γαῖαν ἐκπυρώσων, περὶ σώματι χρυσέων ὅπλων Ἡφαιστοπόνων