πειθώμεθʼ αὖτις πατέρα βέλτιον φρονεῖν. Κλυταιμήστρα κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν. Ἀχιλλεύς ἀλλʼ οἱ λόγοι γε καταπαλαίουσιν λόγους. Κλυταιμήστρα ψυχρὰ μὲν ἐλπίς· ὅ τι δὲ χρή με δρᾶν φράσον. Ἀχιλλεύς ἱκέτευʼ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα· ἢν δʼ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον. ᾗ γὰρ τὸ χρῇζον ἐπίθετʼ, οὐ τοὐμὸν χρεὼν χωρεῖν· ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν. κἀγώ τʼ ἀμείνων πρὸς φίλον γενήσομαι, στρατός τʼ ἂν οὐ μέμψαιτό μʼ, εἰ τὰ πράγματα λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει. καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις σοί τʼ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε. Κλυταιμήστρα ὡς σώφρονʼ εἶπας. δραστέον δʼ ἅ σοι δοκεῖ. ἢν δʼ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω, ποῦ σʼ αὖθις ὀψόμεσθα, ποῦ; χρή μʼ ἀθλίαν ἐλθοῦσαν εὑρεῖν σὴν χέρʼ ἐπίκουρον κακῶν; Ἀχιλλεύς ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν, μή τίς σʼ ἴδῃ στείχουσαν ἐπτοημένην Δαναῶν διʼ ὄχλου· μηδὲ πατρῷον δόμον αἴσχυνʼ· ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος κακῶς ἀκούειν· ἐν γὰρ Ἕλλησιν μέγας. Κλυταιμήστρα ἔστιν τάδʼ· ἄρχε· σοί με δουλεύειν χρεών. εἰ δʼ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶν ἐσθλῶν κυρήσεις· εἰ δὲ μή, τί δεῖ πονεῖν; Χορός τίνʼ ἄρʼ Ὑμέναιος διὰ λωτοῦ Λίβυος μετά τε φιλοχόρου κιθάρας συρίγγων θʼ ὑπὸ καλαμοεσ- σᾶν ἔστασεν ἰαχάν, ὅτʼ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι