τὰ τοῦ δράματος πρόσωπα Ἀγαμέμνων Πρεσβύτης Χορός Μενέλαος Ἄγγελος αʹ Κλυταιμήστρα Ἰφιγένεια Ἀχιλλεύς Ἄγγελος βʹ Ἀγαμέμνων This edition starts with the traditional line 49. Traditional line 1 appears following line 114. Regular numbering resumes at line 115. Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι, Φοίβη Κλυταιμήστρα τʼ, ἐμὴ ξυνάορος, Ἑλένη τε· ταύτης οἱ τὰ πρῶτʼ ὠλβισμένοι μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι. δειναὶ δʼ ἀπειλαὶ καὶ κατʼ ἀλλήλων φόνος ξυνίσταθʼ, ὅστις μὴ λάβοι τὴν παρθένον. τὸ πρᾶγμα δʼ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί, δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως ἅψαιτʼ ἄριστα. καί νιν εἰσῆλθεν τάδε· ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν μνηστῆρας ἀλλήλοισι καὶ διʼ ἐμπύρων σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε· ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη, τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν οἴχοιτο τόν τʼ ἔχοντʼ ἀπωθοίη λέχους, κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν Ἕλληνʼ ὁμοίως βάρβαρόν θʼ ὅπλων μέτα. ἐπεὶ δʼ ἐπιστώθησαν — εὖ δέ πως γέρων ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί — δίδωσʼ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα, ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι. ἣ δʼ εἵλεθʼ, ὅς σφε μήποτʼ ὤφελεν λαβεῖν, Μενέλαον. ἐλθὼν δʼ ἐκ Φρυγῶν ὁ τὰς θεὰς κρίνων ὅδʼ, ὡς ὁ μῦθος Ἀργείων ἔχει, Λακεδαίμονʼ, ἀνθηρὸς μὲν εἱμάτων στολῇ χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι, ἐρῶν ἐρῶσαν ᾤχετʼ ἐξαναρπάσας Ἑλένην πρὸς Ἴδης βούσταθμʼ, ἔκδημον λαβὼν Μενέλαον. ὃ δὲ καθʼ Ἑλλάδʼ οἰστρήσας δρόμῳ