ἴτε θοαὶ Λύσσας κύνες ἴτʼ εἰς ὄρος, θίασον ἔνθʼ ἔχουσι Κάδμου κόραι, ἀνοιστρήσατέ νιν ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ λυσσώδη κατάσκοπον μαινάδων. μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας ἢ σκόλοπος ὄψεται δοκεύοντα, μαινάσιν δʼ ἀπύσει· Τίς ὅδʼ ὀρειδρόμων μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολʼ ἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν; οὐ γὰρ ἐξ αἵματος γυναικῶν ἔφυ, λεαίνας δέ τινος ὅδʼ ἢ Γοργόνων Λιβυσσᾶν γένος. ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος φονεύουσα λαιμῶν διαμπὰξ τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος γόνον γηγενῆ. Χορός ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τʼ ὀργᾷ περὶ σὰ Βάκχιʼ, ὄργια ματρός τε σᾶς μανείσᾳ πραπίδι παρακόπῳ τε λήματι στέλλεται, τἀνίκατον ὡς κρατήσων βίᾳ, γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι- στος ἐς τὰ θεῶν ἔφυ· βροτείως τʼ ἔχειν ἄλυπος βίος. τὸ σοφὸν οὐ φθονῶ· χαίρω θηρεύουσα· τὰ δʼ ἕτερα μεγάλα φανερά τʼ· ὤ, νάει ν ἐπὶ τὰ καλὰ βίον, ἦμαρ ἐς νύκτα τʼ εὐ-