καὶ Πανὸς ἕδρας ἔνθʼ ἔχει συρίγματα. Πενθεύς καλῶς ἔλεξας· οὐ σθένει νικητέον γυναῖκας· ἐλάταισιν δʼ ἐμὸν κρύψω δέμας. Διόνυσος κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών, ἐλθόντα δόλιον μαινάδων κατάσκοπον. Πενθεύς καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν. Διόνυσος οὐκοῦν ἐπʼ αὐτὸ τοῦτʼ ἀποστέλλῃ φύλαξ· λήψῃ δʼ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος. Πενθεύς κόμιζε διὰ μέσης με Θηβαίας χθονός· μόνος γὰρ αὐτῶν εἰμʼ ἀνὴρ τολμῶν τόδε. Διόνυσος μόνος σὺ πόλεως τῆσδʼ ὑπερκάμνεις, μόνος· τοιγάρ σʼ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν. ἕπου δέ· πομπὸς δʼ εἶμʼ ἐγὼ σωτήριος, κεῖθεν δʼ ἀπάξει σʼ ἄλλος. Πενθεύς ἡ τεκοῦσά γε. Διόνυσος ἐπίσημον ὄντα πᾶσιν. Πενθεύς ἐπὶ τόδʼ ἔρχομαι. Διόνυσος φερόμενος ἥξεις Πενθεύς ἁβρότητʼ ἐμὴν λέγεις. Διόνυσος ἐν χερσὶ μητρός. Πενθεύς καὶ τρυφᾶν μʼ ἀναγκάσεις. Διόνυσος τρυφάς γε τοιάσδε. Πενθεύς ἀξίων μὲν ἅπτομαι. Διόνυσος δεινὸς σὺ δεινὸς κἀπὶ δείνʼ ἔρχῃ πάθη, ὥστʼ οὐρανῷ στηρίζον εὑρήσεις κλέος. ἔκτεινʼ, Ἀγαύη, χεῖρας αἵ θʼ ὁμόσποροι Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω τόνδʼ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δʼ ἐγὼ καὶ Βρόμιος ἔσται. τἄλλα δʼ αὐτὸ σημανεῖ.