ἀλλʼ ἦ ποτʼ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν. Διόνυσος ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής, ἔνσπονδος ἡμῖν· νῦν δʼ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν. Πενθεύς τί φαίνομαι δῆτʼ; οὐχὶ τὴν Ἰνοῦς στάσιν ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γʼ ἐμῆς; Διόνυσος αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σʼ ὁρῶν. ἀλλʼ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχʼ ὅδε, οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα. Πενθεύς ἔνδον προσείων αὐτὸν ἀνασείων τʼ ἐγὼ καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα. Διόνυσος ἀλλʼ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει, πάλιν καταστελοῦμεν· ἀλλʼ ὄρθου κάρα. Πενθεύς ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή. Διόνυσος ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν. Πενθεύς κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα· τἀνθένδε δʼ ὀρθῶς παρὰ τένοντʼ ἔχει πέπλος. Διόνυσος ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων, ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς. Πενθεύς πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι; Διόνυσος ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ αἴρειν νιν· αἰνῶ δʼ ὅτι μεθέστηκας φρενῶν. Πενθεύς ἆρʼ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν; Διόνυσος δύναιʼ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας οὐκ εἶχες ὑγιεῖς, νῦν δʼ ἔχεις οἵας σε δεῖ. Πενθεύς μοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσω κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα; Διόνυσος μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα