ζειν ἰσχὺν τόδʼ ἔχειν, ὅ τι ποτʼ ἄρα τὸ δαιμόνιον, τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμον ἀεὶ φύσει τε πεφυκός. τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον παρὰ θεῶν γέρας ἐν βροτοῖς ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς τῶν ἐχθρῶν κρείσσω κατέχειν; ὅ τι καλὸν φίλον ἀεί. Χορός εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας ἔφυγε χεῖμα, λιμένα δʼ ἔκιχεν· εὐδαίμων δʼ ὃς ὕπερθε μόχθων ἐγένεθʼ· ἑτέρᾳ δʼ ἕτερος ἕτερον ὄλβῳ καὶ δυνάμει παρῆλθεν. μυρίαι δʼ ἔτι μυρίοις εἰσὶν ἐλπίδες· αἳ μὲν τελευτῶσιν ἐν ὄλβῳ βροτοῖς, αἳ δʼ ἀπέβησαν· τὸ δὲ κατʼ ἦμαρ ὅτῳ βίοτος εὐδαίμων, μακαρίζω. Διόνυσος σὲ τὸν πρόθυμον ὄνθʼ ἃ μὴ χρεὼν ὁρᾶν σπεύδοντά τʼ ἀσπούδαστα, Πενθέα λέγω, ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι, σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων, μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος· πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ. Πενθεύς καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, δισσὰς δὲ Θήβας καὶ πόλισμʼ ἑπτάστομον· καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.