λάδος εἰς εὐρυχόρους ἀ- γυιάς, τὸν Βρόμιον· Χορός ὅν ποτʼ ἔχουσʼ ἐν ὠδίνων λοχίαις ἀνάγκαισι πταμένας Διὸς βροντᾶς νη- δύος ἔκβολον μάτηρ ἔτεκεν, λιποῦσʼ αἰῶ- να κεραυνίῳ πληγᾷ· λοχίοις δʼ αὐτίκα νιν δέ- ξατο θαλάμαις Κρονίδας Ζεύς, κατὰ μηρῷ δὲ καλύψας χρυσέαισιν συνερείδει περόναις κρυπτὸν ἀφʼ Ἥρας. ἔτεκεν δʼ, ἁνίκα Μοῖραι τέλεσαν, ταυρόκερων θεὸν στεφάνωσέν τε δρακόντων στεφάνοις, ἔνθεν ἄγραν θη- ροτρόφον μαινάδες ἀμφι- βάλλονται πλοκάμοις. Χορός ὦ Σεμέλας τροφοὶ Θῆ- βαι, στεφανοῦσθε κισσῷ· βρύετε βρύετε χλοήρει μίλακι καλλικάρπῳ καὶ καταβακχιοῦσθε δρυὸς ἢ ἐλάτας κλάδοισι, στικτῶν τʼ ἐνδυτὰ νεβρίδων στέφετε λευκοτρίχων πλοκάμων μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς ὁσιοῦσθʼ· αὐτίκα γᾶ πᾶσα χορεύσει—